Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.202 Dem. 24.205 (English) >>Dem. 24.210

24.204καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδʼ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε· ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχʼ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντʼ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τʼ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον. 24.205εἰ δέ τις εἰσφέρει νόμον ἐξ οὗ τοῖς ὑμᾶς βουλομένοις ἀδικεῖν πᾶσʼ ἐξουσία καὶ ἄδεια γενήσεται, οὗτος ὅλην ἀδικεῖ τὴν πόλιν καὶ καταισχύνει πάντας· νόμος γὰρ αἰσχρὸς ὅταν κύριος , τῆς πόλεως ὄνειδός ἐστι τῆς θεμένης, καὶ βλάπτει πάντας ὅσοι περ ἂν αὐτῷ χρῶνται. τὸν οὖν καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα, τοῦτον οὐ τιμωρήσεσθε λαβόντες; 24.206καὶ τί φήσετε; γνοίη δʼ ἄν τις οὕτω μάλισθʼ ἡλίκα πράγματα συσκευάσας γέγραφʼ αὐτόν, καὶ ταῦθʼ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθʼ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων· ἔλυσαν τοὺς πρότερον νόμῳ διʼ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην. 24.207πῶς οὖν οὐκ ἄξιος οὗτος, εἰ δυνατόν, τρίς, οὐχ ἅπαξ ἀπολωλέναι, ὃς εἷς ὢν καὶ οὐ δήπου μέλλων καταλύσειν ὑμᾶς, ἀλλὰ τοὐναντίον αὐτὸς ἐν ὑμῖν, ἂν τὰ δίκαια καὶ τὰ προσήκοντα ποιῆτε, ἀπολεῖσθαι, ὅμως ἐμιμήσατο τοῦτο τἀδίκημα, καὶ διὰ τοῦ νόμου λύειν ἠξίωσεν οὓς δέδεκεν τὰ δικαστήρια, γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ κἂν τὸ λοιπόν τινι προστιμήσητε, τοῦτον ἀφεῖσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.202 Dem. 24.205 (English) >>Dem. 24.210

Powered by PhiloLogic